Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
  2. ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξοῦθος
  1. ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
Ἴων
  1. ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
  2. οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
  3. Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος
  1. καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
  2. στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
  3. χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
  4. κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ
  5. τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.