Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἰ δʼ ἔστιν ---
  2. ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ
  3. κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
  4. ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
  5. Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
  6. λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
  7. σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω
  8. διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
  9. οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
  10. τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
  11. κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι