Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων
  1. τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
  1. τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
  1. οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
  1. καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
Ἴων
  1. καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα
  1. σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων
  1. οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
  1. τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
  1. πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
Κρέουσα
  1. εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.