Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Λερναῖον ὕδραν ἐναίρει
  2. χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
  3. φίλα, πρόσιδʼ ὄσσοις.
Χορός
  1. — ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
  2. τοῦ πανὸν πυρίφλεκτον αἴ-
  3. ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ-
  4. θεύεται παρὰ πήναις,
  5. ἀσπιστὰς Ἰόλαος, ὃς
  6. κοινοὺς αἰρόμενος πόνους
  7. Δίῳ παιδὶ συναντλεῖ;
  8. — καὶ μὰν τόνδʼ ἄθρησον