Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
- φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
- οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
- τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
- πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
- ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
- ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
- σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,