Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;
  2. ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
  3. τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
  4. οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
  5. ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
  6. εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,
  7. ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
  8. τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα