Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
- καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.
- ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
- πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
- τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
- ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
- οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,
- καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,