Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
  2. μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
  3. εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.
  4. πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
  5. γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
  6. νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
  7. πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
  8. καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις