Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,
- γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
- ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
- γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
- κακῶν δὲ πάντων τέκτονες σοφώταται.
- ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
- καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
- ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’