Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρέων
  1. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μήδεια
  1. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρέων
  1. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μήδεια
  1. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
Κρέων
  1. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μήδεια
  1. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.
Κρέων
  1. ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.