Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
- ἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος
- ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
- Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
- ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν
- Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
- Ἆ δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς
- δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;
- οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς Ἅιδαν·
- τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
- αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας
- ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;
- νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,
- Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
- σοὶ μὲν ἕδρα θείοισι μετʼ ἀνδράσι· τὸν δὲ πολῖται
- τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.
177
- Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,
- ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος