Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
  2. ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
  3. ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
  4. κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
  5. ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
  6. μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.