Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.
  2. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·
  3. εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,
  4. θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.
  1. Ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ
  2. Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.
  3. ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,
  4. ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.
  1. Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
  2. τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος