Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα·
  2. θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης.
  3. ἄλλός τις πρόφασιν λεγέτω· τὰ δʼ ὀθνεῖα Κάικος
  4. χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.
  1. γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς
  2. ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρʼ ἔχει.
  3. χαιρέτω οὗτος ὁ τύμβος" ἐρεῖς "ἐπεὶ Εὐρυμέδοντος
  4. κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.
179
  1. Ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷ
  2. εἰς Ἀίδην πολλοῖς ἡλικίης προτέρη,