Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
- κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
- ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
- ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
- δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
- ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·
- Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
- ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
- οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
- ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν
- λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
- πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.
- τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες
- συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
- ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
- ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
- ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
- ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
- ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
- ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
90