Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.
  2. ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
  3. καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,
  4. ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων
  5. λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
  6. ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·
  7. ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε.
  8. ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
  9. τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,
  10. χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
  11. 89
  12. αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,
  13. ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
  14. νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.
  1. Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
  2. εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·
  3. τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
  4. κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
  5. χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
  6. Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
  7. εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν