Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ͂̓Ω χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον
  2. παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;
  3. ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
  4. νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
  5. ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,