Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα
- ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα.
- τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους
- ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,
- μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.
- τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων
- οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
- ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
- ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
- Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα,
- ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.
- Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω,
- κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.
- ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
75
76
77
78
79
80
81
83
84
85
86
- Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον
- τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν
- πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
- ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
- πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
- βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια