Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
  2. ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
  3. ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ
  4. νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
  5. ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
  6. τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
  7. τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
  8. ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—
  9. Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—
  10. τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
  11. ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
  12. καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
  13. ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
  14. οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
  15. ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
  16. εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,
  17. ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν
  18. τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
  19. ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
  20. τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως