Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
- τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
- τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
- ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
- φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
- αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
- ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
- ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
- κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
- ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
- ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
- χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
- καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον
- οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
- κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
- ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
- καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
- ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
- ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
- αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
172