Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
  2. ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
  3. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
  4. ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης·
  5. καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
  6. 172
  7. τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
  8. τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
  9. ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
  10. φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
  11. αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
  12. ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
  13. ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
  14. κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
  15. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
  16. ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
  17. χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
  18. καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον
  19. οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,