Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
- θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·
- τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
- καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
- ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
- μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
- χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,
- τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
- ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
- αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
- θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
- ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
- νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω
- ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
- τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
- νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
- αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς,
- ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·