Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
- Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
- ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
- τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
- ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
- εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
- Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
- ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
- παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
- εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
- ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
- λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
- ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
141