Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
- καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.
- τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
- καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
- χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
- καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
- καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
- καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.