Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ
  2. ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
  3. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
  4. κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
  5. καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες,
  6. καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν,
  7. ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει,
  8. ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν·
  9. 136
  10. οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ
  11. καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν
  12. ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
  13. Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
  14. βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα
  15. λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
  16. καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ
  17. ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
  18. Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
  19. ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
  20. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ
  21. μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις.