Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα
- κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
- δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση
- καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ
- δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν
- θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
- χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
- ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.
- Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
- καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο.
- βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
- ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
- μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.
- οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
- ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
- ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
- χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
- καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.
135