Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
  2. ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
  3. ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
  4. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
  5. καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
  6. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
  7. ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
  8. ̔Υμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.