Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
  2. ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
  3. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
  4. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
  5. εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
  6. ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
  7. ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
  8. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
  9. καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
  10. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
  11. ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
  12. ̔Υμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.
134
  1. τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα
  2. κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
  3. δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση
  4. καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ
  5. δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν
  6. θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
  7. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
  8. ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.