Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι
  2. μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
  3. ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
  4. ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
  5. 126
  6. νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
  7. ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
  8. ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
  9. λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
  10. ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
  11. καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
  12. ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.
  13. εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
  14. θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
  15. ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.
  16. ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον
  17. Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
  18. ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
  19. θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.
  20. καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν
  21. ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.