Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
  2. ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
  3. ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·
  4. αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
  5. τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὁμηρος.
  6. οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.
  7. δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
  8. κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
  9. ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν·
  10. πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
  11. ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
  12. μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
  13. μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,
  14. Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
  15. ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,