Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,
- νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
- ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
- Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
- παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
- σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν
- οὔρεα καὶ δρυμούς, τὰ δʼἸήσονος ὕστερα πάντʼ ἦς.
- ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,
- ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
- Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει
- μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
- οὕτω μὲν κάλλιστος Ὑλας μακάρων ἀμιθρεῖται·
- Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,
- οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
- πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.
112
115
116
- αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
- ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
- Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
- ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
- τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ