Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
  2. ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν,
  3. Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
  4. σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ,
  5. ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
  6. ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—
  7. αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
  8. ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
  9. ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
  10. τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
  11. ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
  12. ̔Ελλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
  13. 110
  14. εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
  15. αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
  16. ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
  17. δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
  18. λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,