Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
- οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
- μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν.
- Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
- ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
- ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο
- ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,
- ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
- ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
- συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
- τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν
- ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
- εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες
- νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
- θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
- φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων,
- τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.
- ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν
- χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς.
- εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ