Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·

    ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην
  1. Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω
  2. ταύρου. κοὐδὲν ἔλεξεν· βοῒ γὰρ πόθεν λόγος;
    V2_406
  3. φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
  4. παρὰ δʼ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν,
  5. προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν
  6. ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος,
  7. δεκάκις πέντʼ ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας.

Τοῦτον ἀντὶ Εὐδόξου Ἔνδοξον ἐκάλουν διὰ τὴν λαμπρότητα τῆς φήμης.

Ἐπειδὴ δὲ περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν διεληλύθαμεν, νῦν ἤδη περὶ τῶν σποράδην, ὥς φασι, διαλεχθῶμεν· λεκτέον δὲ πρῶτον περὶ Ἡρακλείτου.

V2_408

Ἡράκλειτος Βλόσωνος ἤ, ὥς τινες, Ἡράκωντος[*](ἡρακίοντος F, but ἡρακίωντος BP, when Bechtel restores ἡράκωντος.) Ἐφέσιος. οὗτος ἤκμαζε μὲν κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα. μεγαλόφρ ων δὲ γέγονε παρʼ ὁντιναοῦ καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον, ἐν ᾧ φησι, πολυμαθίη νόον[*](νόον ἔχεινAthen. xiii. p. 610 B; Clem. Strom. i. 19, p. 373.) οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον. εἶναι γὰρͅ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων. τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.

Ἔλεγε δὲ καὶ ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊὴν καὶ μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος.[*](ὅκωσπερ τείχεος Diels.) καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον,

V2_410
ἐν οἷς φησιν, ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀποθανεῖν[*](So Cic. Tusc. v. 105 morte multandos, but ἀπάγξασθαι Strabo xiv. 25, p. 642, Musonius ap. Stob. Fl. xl. 9, Iamblichus De vit. Pyth. 30, §173 ed. Westermann.) πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω· εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετʼ ἄλλων. ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.

ἀναχωρήσας δʼ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος μετὰ τῶν παίδων ἠστραγάλιζε· περιστάντων δʼ αὐτὸν τῶν Ἐφεσίων, τί, ὦ κάκιστοι, θαυμάζετε; εἶπεν· ἢ οὐ κρεῖττον τοῦτο ποιεῖν ἢ μεθʼ ὑμῶν πολιτεύεσθαι;

Καὶ τέλος μισανθρωπήσας καὶ ἐκπατήσας ἐν τοῖς ὄρεσι διητᾶτο, πόας σιτούμενος καὶ βοτάνας. καὶ μέντοι καὶ διὰ τοῦτο περιτραπεὶς εἰς ὕδερον κατῆλθεν εἰς ἄστυ καὶ τῶν ἰατρῶν αἰνιγματωδῶς ἐπυνθάνετο εἰ δύναιντʼ ἐξ ἐπομβρίας αὐχμὸν ποιῆσαι· τῶν δὲ μὴ συνιέντων, αὑτὸν εἰς βουστάσιον κατορύξας τῇ τῶν βολίτων ἀλέᾳ ἤλπισεν ἐξατμισθήσεσθαι. οὐδὲν δʼ ἀνύων οὐδʼ οὕτως, ἐτελεύτα βιοὺς ἔτη ἑξήκοντα.

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον·

    πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
  1. ὧδε διαντλήσας δύσμορος εἶτʼ ἔθανεν·
  2. σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος
  3. ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.

Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται 〈τὰ〉 ἔντερα κεινώσας τὸ ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν

V2_412
ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δʼ ὁ Κυζικηνός φησι μὴ δυνηθέντʼ αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.