Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Φιλόλαος Κροτωνιάτης Πυθαγορικός. παρὰ τούτου Πλάτων ὠνήσασθαι τὰ βιβλία τὰ Πυθαγορικὰ Δίωνι γράφει. ἐτελεύτα δὲ νομισθεὶς ἐπιτίθεσθαι τυραννίδι. καὶ ἡμῶν ἐστιν εἰς αὐτόν·

    τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν·
  1. εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
  2. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,
  3. ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.