Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Ἔτι τε πολλὰς τῶν πολιτίδων ἀπροίκους ὑπαρχούσας αὐτὸν προικίσαι διὰ τὸν παρόντα πλοῦτον· διὸ δὴ πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν· ἔτι τʼ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι· καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφʼ ἑνὸς σχήματος ἦν. τοιοῦτος δὴ προῄει, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτʼ ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. ὕστερον δὲ διά τινα πανήγυριν πορευόμενον ἐπʼ ἀμάξης ὡς εἰς Μεσσήνην πεσεῖν καὶ τὸν μηρὸν κλάσαι· νοσήσαντα δʼ ἐκ τούτου
Περὶ δὲ τῶν ἐτῶν Ἀριστοτέλης διαφέρεται· φησὶ γὰρ ἐκεῖνος ἑξήκοντʼ ἐτῶν αὐτὸν τελευτῆσαι· οἱ δὲ ἐννέα καὶ ἑκατόν. ἤκμαζε δὲ κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα. Δημήτριος δʼ ὁ Τροιζήνιος ἐν τῷ Κατὰ σοφιστῶν βιβλίῳ φησὶν αὐτὸν καθʼ Ὅμηρον
ἁψάμενον βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο κρανείης
- αὐχένʼ ἀποκρεμάσαι, ψυχὴν δʼ Ἄϊδόσδε κατελθεῖν.
Ἐν δὲ τῷ προειρημένῳ Τηλαύγους ἐπιστολίῳ λέγεται αὐτὸν εἰς θάλατταν ὑπὸ γήρως ὀλισθόντα τελευτῆσαι. καὶ ταῦτα μὲν περὶ τοῦ θανάτου καὶ τοσαῦτα.
Φέρεται δὲ καὶ ἡμῶν εἰς αὐτὸν ἐν τῇ Παμμέτρῳ σκωπτικὸν μέν, τοῦτον δʼ ἔχον τὸν τρόπον·
καὶ ἄλλο·καὶ σύ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
- πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθανάτων·
- οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,
- ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης
- ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν·
- εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,
- πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
Ἐδόκει δʼ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· Φιλίαν θʼ ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δʼ οὕτω·
Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ.Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδʼ Ἀϊδωνεὺς
- Νῆστίς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον·
Καὶ ταῦτα, φησίν, ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει, ὡς ἂν ἀϊδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης· ἐπιφέρει γοῦν·
ἄλλοτε μὲν Φιλότητι συνερχόμενʼ εἰς ἓν ἅπαντα,
- ἄλλοτε δʼ αὖ δίχʼ ἕκαστα φορεύμενα Νείκεος ἔχθει.>
Καὶ τὸν μὲν ἥλιόν φησι πυρὸς ἄθροισμα μέγα καὶ τῆς σελήνης μείζω· τὴν δὲ σελήνην δισκοειδῆ, αὐτὸν δὲ τὸν οὐρανὸν κρυσταλλοειδῆ. καὶ τὴν ψυχὴν παντοῖα εἴδη ζῴων καὶ φυτῶν ἐνδύεσθαι· φησὶ γοῦν·
ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε
- θάμνος τʼ οἰωνός τε καὶ ἔξαλος ἔμπυρος[*](ἔμπορος is found Athenaeus viii. 365The true reading ἔλλοπος in Clem. Strom. vi. 24.) ἰχθύς.
Τὰ μὲν οὖν Περὶ φύσεως αὐτῷ καὶ οἱ Καθαρμοὶ εἰς ἔπη τείνουσι πεντακισχίλια, ὁ δὲ Ἰατρικὸς λόγος εἰς ἔπη ἑξακόσια. περὶ δὲ τῶν τραγῳδιῶν προειρήκαμεν.