Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ὅρκιόν τʼ εἶναι τὸ δίκαιον καὶ διὰ τοῦτο Δία ὅρκιον λέγεσθαι. τήν τʼ ἀρετὴν ἁρμονίαν εἶναι καὶ τὴν ὑγίειαν καὶ τὸ ἀγαθὸν ἅπαν καὶ τὸν θεόν· διὸ καὶ καθʼ ἁρμονίαν συνεστάναι τὰ ὅλα. φιλίαν τʼ εἶναι ἐναρμόνιον ἰσότητα. τιμὰς θεοῖς δεῖν νομίζειν καὶ ἥρωσι μὴ τὰς ἴσας, ἀλλὰ θεοῖς ἀεὶ μετʼ εὐφημίας λευχειμονοῦντας καὶ ἁγνεύοντας, ἥρωσι δʼ ἀπὸ μέσου ἡμέρας. τὴν δʼ ἁγνείαν εἶναι διὰ καθαρμῶν καὶ λουτρῶν καὶ περιρραντηρίων καὶ διὰ τοῦ καθαρεύειν ἀπό τε κήδους καὶ λεχοῦς καὶ μιάσματος παντὸς καὶ ἀπέχεσθαι βρωτῶν θνησειδίων τε κρεῶν καὶ τριγλῶν καὶ μελανούρων καὶ ᾠῶν καὶ τῶν ᾠοτόκων ζῴων καὶ κυάμων καὶ τῶν ἄλλων ὧν παρακελεύονται καὶ οἱ τὰς τελετὰς ἐν τοῖς ἱεροῖς ἐπιτελοῦντες.

φησὶ δʼ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν Πυθαγορείων[*](The marginal lemma Περὶ τῶν κυάμων has supplanted the proper title of Aristotle's work, which probably was Περὶ τῶν II.) παραγγέλλειν αὐτὸν ἀπέχεσθαι τῶν κυάμων ἤτοι ὅτι αἰδοίοις εἰσὶν ὅμοιοι ἢ ὅτι ᾍδου πύλαις. * * ἀγόνατον γὰρ μόνον· ἢ ὅτι φθείρει ἢ ὅτι τῇ τοῦ ὅλου φύσει ὅμοιον ἢ ὅτι ὀλιγαρχικόν· κληροῦνται γοῦν αὐτοῖς. τὰ δὲ πεσόντα μὴ ἀναιρεῖσθαι, ὑπὲρ τοῦ ἐθίζεσθαι μὴ ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· καὶ

V2_350
Ἀριστοφάνης δὲ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, λέγων ἐν τοῖς Ἥρωσι,
μηδὲ γεύεσθʼ ἅττʼ ἂν ἐντὸς τῆς τραπέζης καταπέσῃ·

Ἀλεκτρυόνος μὴ ἅπτεσθαι λευκοῦ, ὅτι ἱερὸς τοῦ Μηνὸς καὶ ἱκέτης· τὸ δʼ ἦν τῶν ἀγαθῶν· τῷ τε Μηνὶ ἱερός· σημαίνει γὰρ τὰς ὥρας. καὶ τὸ μὲν λευκὸν τῆς τἀγαθοῦ φύσεως, τὸ δὲ μέλαν τοῦ κακοῦ. τῶν ἰχθύων μὴ ἅπτεσθαι, ὅσοι ἱεροί· μὴ γὰρ δεῖν τὰ αὐτὰ τετάχθαι θεοῖς καὶ ἀνθρώποις, ὥσπερ οὐδʼ ἐλευθέροις καὶ δούλοις. ἄρτον μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ πάλαι τῶν φίλων ἐφοίτων,

καθάπερ ἔτι καὶ νῦν οἱ βάρβαροι· μηδὲ διαιρεῖν, ὃς συνάγει αὐτούς· οἱ δέ, πρὸς τὴν ἐν ᾅδου κρίσιν· οἱ δʼ εἰς πόλεμον δειλίαν ποιεῖν· οἱ δέ, ἐπεὶ ἀπὸ τούτου[*](τούτου] v. l.τόπου.) ἄρχεται τὸ ὅλον.

Καὶ τῶν σχημάτων τὸ κάλλιστον σφαῖραν εἶναι τῶν στερεῶν, τῶν δʼ ἐπιπέδων κύκλον. γῆρας καὶ πᾶν τὸ μειούμενον ὅμοιον· καὶ αὔξην καὶ νεότητα ταὐτόν. ὑγίειαν τὴν τοῦ εἴδους διαμονήν, νόσον τὴν τούτου φθοράν. περὶ τῶν ἁλῶν, ὅτι δεῖ παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι ἂν παραλάβωσι καὶ γεγόνασιν ἐκ τῶν καθαρωτάτων ἡλίου καὶ θαλάσσης.

Καὶ ταῦτα μέν φησιν ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι, καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης.

Τὴν δὲ σεμνοπρέπειαν τοῦ Πυθαγόρου καὶ

V2_352
Τίμων ἐν τοῖς Σίλλοις δάκνων αὐτὸν ὅμως οὐ παρέλιπεν, εἰπὼν οὕτω·
    Πυθαγόρην τε γόητας ἀποκλίναντʼ ἐπὶ δόξας
  1. θήρῃ ἐπʼ ἀνθρώπων, σεμνηγορίης ὀαριστήν.
περὶ δὲ τοῦ ἄλλοτʼ ἄλλον αὐτὸν γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή,
νῦν αὖτʼ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
ὃ δὲ περὶ αὐτοῦ φησιν, οὕτως ἔχει·
    καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
  1. φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·
  2. παῦσαι μηδὲ ῥάπιζʼ, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ
  3. ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων.

Καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. ἔσκωψε δʼ αὐτὸν Κρατῖνος μὲν ἐν Πυθαγοριζούσῃ· ἀλλὰ καὶ ἐν Ταραντίνοις φησὶν οὕτως·

    ἔθος ἐστὶν αὐτοῖς, ἄν τινʼ ἰδιώτην ποθὲν
  1. λάβωσιν εἰσελθόντα, διαπειρώμενον
  2. τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν
  3. τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν,
  4. τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.
Μνησίμαχος δʼ Ἀλκμαίωνι·
    ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ,
  1. ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.