Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

  • Σύνταξις δευτέρα·
  • Περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα α′.
  • Περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμων πρὸς Ζήνωνα α′.
  • Περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν α′.
  • Περὶ τῶν παρελκόντων λόγων πρὸς Πασύλον β′.
  • Περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων α′.
  • Περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα α′.
  • Τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα γ′.
  • Περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν ε′.
  • Λόγοι συλλογιστικοὶ κατʼ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις α′.
  • Τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ α′ ʽτοῦτο δοκεῖ ψευδεπίγραφον̓.
  • V2_308
  • Σύνταξις τρίτη·
  • Περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην α′ ψευδεπίγραφον.
  • Λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα γ′ (ψευδεπίγραφα).
  • Πρὸς τοὺς Ἀμεινίου διαζευκτικοὺς α′.
  • Σύνταξις τετάρτη·
  • Περὶ ὑποθέσεων πρὸς Μελέαγρον γ′.
  • Λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν α′.
  • Λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγὴν β′.
  • Λόγοι ὑποθετικοὶ θεωρημάτων β′.
  • Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν β′.
  • Λύσεις τῶν Ἀλεξάνδρου ὑποθετικῶν γ′ (ψευδεπίγραφα).
  • Περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα α′.
  • Σύνταξις πέμπτη·
  • Περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς Ἀριστοκρέοντα α′.
  • Λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν α′.
  • Περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα ς′.
  • Σύνταξις ἕκτη·
  • Πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ εἶναι α′.
  • Πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστοκρέοντα β′.
  • V2_310
  • Ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα α′.
  • Πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων πρὸς Πασύλον γ′.
  • Λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην α′.
  • Περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα γ′.
  • Λύσεις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν α′.
  • Σύνταξις ἑβδόμη·
  • Πρὸς τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον α′.
  • Περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα β′.
  • Λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν α′.
  • Περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν α′ β′.
  • Περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς Ὀνήτορα β′.
  • Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον β′.
  • Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην α′.
  • Σύνταξις ὀγδόη·
  • Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην η′.
  • Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον β′.
  • V2_312
  • Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην α′.
  • Σύνταξις ἐνάτη·
  • Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν β′.
  • Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην ε′.
  • Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον α′.
  • Σύνταξις δεκάτη·
  • Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον ς′.
  • Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζ′.
  • Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα 〈τὰσ〉 σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.