Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρʼ οὗ φησιν Ἐρασίστρατος εἰς τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς[*](υἱὸς] υἱωνὸς coni. Wilam.) τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου, καί τις Γεωργικὰ γεγραφώς.

Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους· ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γʼ ἱεροφάντης τοῖς ἀμυήτοις λέγει 〈τὰ μυστήρια〉· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτʼ οὐδʼ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδʼ ἄρʼ ἐν τῇ οἰκίᾳ. ἄλλο· ἔστι τις κεφαλή· ἐκείνην δʼ οὐκ ἔχεις· ἔστι δέ γέ τις κεφαλὴ 〈ἣν οὐκ ἔχεισ〉· οὐκ ἄρα ἔχεις κεφαλήν.

ἄλλο· εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δʼ ἐστὶν ἐν

V2_296
Μεγάροις· οὐκ ἄρʼ ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. καὶ πάλιν· εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· εἴ τι οὐκ ἀπέβαλες, τοῦτʼ ἔχεις· κέρατα δʼ οὐκ ἀπέβαλες· κέρατʼ ἄρʼ ἔχεις. οἱ δʼ Εὐβουλίδου τοῦτό φασιν.

Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.

αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν ἢ θεοῖς, ἔτι τʼ οὐδὲ παρὰ τοῖς περὶ πινάκων γράψασι κατακεχωρισμένην· μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρʼ Ὑψικράτει, ἀλλὰ μηδὲ παρʼ Ἀντιγόνῳ εἶναι, ὑπʼ αὐτοῦ δὲ πεπλάσθαι. ἐν δὲ τῷ Περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς· τὰ δʼ αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ διʼ ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας κατεσθίειν κελεύων. ἐν δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων ὅπως ποριστέον τῷ σοφῷ·

καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς,

V2_298
αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει. καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. καὶ ταῦτα μὲν ἐγκαλεῖται.

Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε·

Λογικοῦ τόπου.

  • Θέσεις λογικαί.
  • Τῶν τοῦ φιλοσόφου σκεμμάτων.
  • Ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον ς′.
  • Περὶ τῶν κατὰ τὴν διαλεκτικὴν ὀνομάτων πρὸς Ζήνωνα α′.
  • Τέχνη διαλεκτικὴ πρὸς Ἀρισταγόραν α′.
  • Συνημμένων πιθανῶν πρὸς Διοσκουρίδην δ′.
  • Λογικοῦ τόπου τοῦ περὶ τὰ πράγματα.

  • Σύνταξις πρώτη·
  • Περὶ ἀξιωμάτων α′.
  • Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων α′.
  • Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην α′ β′.
  • Περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γ′.
  • Περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον α′.
  • V2_300
  • Περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον α′.
  • Περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα α′ β′ γ′.
  • Περὶ τῆς διαφορᾶς τῶν ἀορίστων α′ β′ γ′ δ′.
  • Περὶ τῶν κατὰ χρόνους λεγομένων α′ β′.
  • Περὶ συντελικῶν ἀξιωμάτων β′.
  • Σύνταξις δευτέρα·
  • Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην α′.
  • Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην α′ β′ γ′ δ′.
  • Αἵρεσις πρὸς Γοργιππίδην α′.
  • Πρὸς τὸ περὶ ἀκολούθων α′.
  • Περὶ τοῦ διὰ τριῶν πάλιν πρὸς Γοργιππίδην α′.
  • Περὶ δυνατῶν πρὸς Κλεῖτον δ′.
  • Πρὸς τὸ περὶ σημασιῶν Φίλωνος α′.
  • Περὶ τοῦ τίνα ἐστὶ τὰ ψευδῆ α′.
  • Σύνταξις τρίτη·
  • Περὶ προσταγμάτων β′.
  • Περὶ ἐρωτήσεως β′.
  • Περὶ πεύσεως δ′.
  • Ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως α′.
  • Ἐπιτομὴ περὶ ἀποκρίσεως α′.
  • Περὶ ζητήσεως β′.
  • Περὶ ἀποκρίσεως δ′.
  • Σύνταξις τετάρτη·
  • Περὶ τῶν κατηγορημάτων πρὸς Μητρόδωρον ι′.
  • V2_302
  • Περὶ ὀρθῶν καὶ ὑπτίων πρὸς Φύλαρχον α′.
  • Περὶ τῶν συναμμάτων πρὸς Ἀπολλωνίδην α′.
  • Πρὸς Πασύλον περὶ κατηγορημάτων δ′.
  • Σύνταξις πέμπτη·
  • Περὶ τῶν πέντε πτώσεων α′.
  • Περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν α′.
  • Περὶ παρεμφάσεως πρὸς Στησαγόραν β′.
  • Περὶ τῶν προσηγορικῶν β′.
  • Λογικοῦ τόπου περὶ τὰς λέξεις καὶ τὸν κατʼ αὐτὰς λόγον.

  • Σύνταξις πρώτη·
  • Περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν ς′.
  • Περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον ε′.
  • Περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα δ′.
  • Περὶ τῶν πρὸς τὰς φωνὰς σωριτῶν λόγων γ′.
  • Περὶ σολοικισμῶν.
  • Περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον α′.
  • Λόγοι παρὰ τὰς συνηθείας α′.
  • Λέξις πρὸς Διονύσιον α′.
  • Σύνταξις δευτέρα·
  • Περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων ε′.
  • Περὶ τῆς συντάξεως τῶν λεγομένων δ′.
  • V2_304

  • Περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομενων πρὸς Φίλιππον γ′.
  • Περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν α′.
  • Περὶ τοῦ πρὸς ἕτερα λεγομένου α′.
  • Σύνταξις τρίτη·
  • Πρὸς τοὺς μὴ διαιρουμένους β′.
  • Περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν δ′.
  • Περὶ τῶν τροπικῶν ἀμφιβολιῶν α′.
  • Περὶ συνημμένης τροπικῆς ἀμφιβολίας β′.
  • Πρὸς τὸ περὶ ἀμφιβολιῶν Πανθοίδου β′.
  • Περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς ε′.
  • Ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν α′.
  • Συνημμένα πρὸς τὴν εἰσαγωγὴν τῶν εἰς τὰς ἀμφιβολίας β′.
  • Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους.

  • Σύνταξις πρώτη·
  • Τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην ε′.
  • Περὶ τῶν λόγων γ′.
  • Περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν β′.
  • Σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων α′.
  • Περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων α′.
  • Πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων α′.
  • Περὶ τοῦ τίνα συλλογιστικά τινος μετʼ ἄλλου τε καὶ μετʼ ἄλλων α′.
  • V2_306
  • Περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν α′.
  • Περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις α′.
  • Πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλογίστῳ τετάχθαι τρόπῳ β′.
  • Πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι γ′.
  • Πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον α′.
  • Λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ· εἰς τὰ περὶ λόγων καὶ τρόπων α′.