Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιρροφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι.
Δοκεῖ δʼ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν. ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάρρησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Λυκείῳ, καθάπερ καὶ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.
Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρʼ οὗ φησιν Ἐρασίστρατος εἰς τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς[*](υἱὸς] υἱωνὸς coni. Wilam.) τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου, καί τις Γεωργικὰ γεγραφώς.
Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους· ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γʼ ἱεροφάντης τοῖς ἀμυήτοις λέγει 〈τὰ μυστήρια〉· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτʼ οὐδʼ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδʼ ἄρʼ ἐν τῇ οἰκίᾳ. ἄλλο· ἔστι τις κεφαλή· ἐκείνην δʼ οὐκ ἔχεις· ἔστι δέ γέ τις κεφαλὴ 〈ἣν οὐκ ἔχεισ〉· οὐκ ἄρα ἔχεις κεφαλήν.
ἄλλο· εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δʼ ἐστὶν ἐν
Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.
αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν ἢ θεοῖς, ἔτι τʼ οὐδὲ παρὰ τοῖς περὶ πινάκων γράψασι κατακεχωρισμένην· μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρʼ Ὑψικράτει, ἀλλὰ μηδὲ παρʼ Ἀντιγόνῳ εἶναι, ὑπʼ αὐτοῦ δὲ πεπλάσθαι. ἐν δὲ τῷ Περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς· τὰ δʼ αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ διʼ ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας κατεσθίειν κελεύων. ἐν δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων ὅπως ποριστέον τῷ σοφῷ·
καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς,
Ἐπεὶ δʼ ἐνδοξότατα τὰ βιβλίʼ ἐστὶν αὐτῷ, ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι. καὶ ἔστι τάδε·
Λογικοῦ τόπου.