Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν, ἆρʼ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς; εἶπεν· ἀρνησαμένου δέ,
τίς δέ σʼ ἐτύφλωσεν (ἔφη), τίς ἀφείλετο λαμπάδος αὐγάς;
Βιβλία δʼ αὐτοῦ φέρεται τάδε·
Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δʼ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.
Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δʼ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ·
V2_268
τί δὴ γέρων ὢν καὶ φάλανθος, ὦ ʼρίστων,
- τὸ βρέγμʼ ἔδωκας ἡλίῳ κατοπτῆσαι;
- τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν
- τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων ᾍδην.
Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, ὁ δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἕκτος Ἀλεξανδρεὺς περιπατητικός.