Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἦν δὲ καρτερικώτατος καὶ λιτότατος, ἀπύρῳ τροφῇ χρώμενος καὶ τρίβωνι λεπτῷ, ὥστε λέγεσθαι ἐπʼ αὐτοῦ·

    τὸν δʼ οὔτʼ ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων,
  1. οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή,
  2. οὐκ ἔροτις δήμου ἐναρεῖ μένος,[*](ἐναρίθμιος libri.) ἀλλʼ ὅ γʼ ἀτειρὴς
  3. ἀμφὶ διδασκαλίῃ τέτατι νύκτας τε καὶ ἦμαρ.
οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις·
    εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.
  1. φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ,
  2. πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει·
οἱ δὲ Ποσειδίππου.

Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. ἐλέγετο γοῦν ἐπʼ αὐτοῦ·

τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος.
ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις·
  1. ὥστʼ ἐν ἡμέραις δέκα
  2. εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.

Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τʼ εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακαριότητι· ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας.

V2_140
Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δʼ Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν· ὁ δʼ Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα. ἐτελεύτα δὴ οὕτως· ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε· παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης,
ἔρχομαι· τί μʼ αὔεις;
καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.

Ἀθηναῖοι δʼ ἔθαψαν αὐτὸν ἐν τῷ Κεραμεικῷ καὶ ψηφίσμασι τοῖς προειρημένοις ἐτίμησαν, τὴν ἀρετὴν αὐτῷ προσμαρτυροῦντες. καὶ Ἀντίπατρος ὁ Σιδώνιος ἐποίησεν οὕτως εἰς αὐτόν·

    τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτʼ Ὄλυμπον
  1. ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος,
  2. οὐδὲ τά γʼ Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτʼ ἄστρα
  3. ἀτραπιτὸν μούνας εὗρε σαοφροσύνας.

καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής·

    ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
  1. Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ·
  2. ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ
  3. αἵρεσιν, ἀτρέστου ματέρʼ ἐλευθερίας·
  4. εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος
  5. κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;
καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως·
V2_142
    ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα
  1. δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
  2. τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν
  3. μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
  4. σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
  5. ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

Εἴπομεν ὡς ἐτελεύτα ὁ Ζήνων καὶ ἡμεῖς ἐν τῇ Παμμέτρῳ τοῦτον τὸν τρόπον·

    τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως
  1. πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος·
  2. οἱ δʼ, ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γαῖαν ἀλοίσας
  3. ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;
ἔνιοι γὰρ καὶ τοῦτον τὸν τρόπον τελευτῆσαί φασιν αὐτόν.

Καὶ περὶ μὲν τῆς τελευτῆς ταῦτα.

Φησὶ δὲ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις τὸν πατέρα αὐτοῦ Μνασέαν πολλάκις ἅτʼ ἔμπορον Ἀθήναζε παραγίνεσθαι καὶ πολλὰ τῶν Σωκρατικῶν βιβλίων ἀποφέρειν ἔτι παιδὶ ὄντι τῷ Ζήνωνι·