Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

τούτους δʼ ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ. ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν· οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. συναισθανόμενος

V2_96
ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων,
    στείχεις δή, φίλε κυρτών,
  1. βαίνεις τʼ εἰς Ἀΐδαο δόμους κυφὸς διὰ γῆρας.
ἦν γὰρ κυφὸς ὑπὸ χρόνου.

Πρὸς Ἀλέξανδρον πυθόμενον εἰ βούλεται αὐτοῦ τὴν πατρίδα ἀνορθωθῆναι, ἔφη, καὶ τί δεῖ; πάλιν γὰρ ἴσως Ἀλέξανδρος ἄλλος αὐτὴν κατασκάψει. ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης ἀνεπιβουλεύτου φθόνῳ. μέμνηται δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Διδύμαις οὕτως·

    συμπεριπατήσεις γὰρ τρίβωνʼ ἔχουσʼ ἐμοί,
  1. ὥσπερ Κράτητι τῷ κυνικῷ ποθʼ ἡ γυνή,
  2. καὶ θυγατέρʼ ἐξέδωκʼ ἐκεῖνος, ὡς ἔφη
  3. αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθʼ ἡμέρας.

Μαθηταὶ δʼ αὐτοῦ.