Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Μόνιμος Συρακόσιος μαθητὴς μὲν Διογένους, οἰκέτης δέ τινος τραπεζίτου Κορινθίου, καθά φησι Σωσικράτης. πρὸς τοῦτον συνεχὲς ἀφικνούμενος ὁ Ξενιάδης ὁ τὸν Διογένην ἐωνημένος τὴν ἀρετὴν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων διηγούμενος εἰς ἔρωτα τἀνδρὸς ἐνέβαλε τὸν Μόνιμον. αὐτίκα γὰρ ἐκεῖνος μανίαν προσποιηθεὶς τό τε κέρμα διερρίπτει καὶ πᾶν τὸ ἐπὶ τῆς τραπέζης ἀργύριον, ἕως αὐτὸν ὁ δεσπότης παρῃτήσατο· καὶ ὃς εὐθέως Διογένους ἦν. παρηκολούθησε δὲ καὶ Κράτητι τῷ κυνικῷ συχνὰ καὶ τῶν ὁμοίων εἴχετο, ὅτε καὶ μᾶλλον ὁρῶν αὐτὸν ὁ δεσπότης ἐδόκει μαίνεσθαι.
Ἐγένετο δʼ ἀνὴρ ἐλλόγιμος, ὡς καὶ Μένανδρον αὐτοῦ τὸν κωμικὸν μεμνῆσθαι. ἔν τινι γοῦν τῶν δραμάτων ἐν τῷ Ἱπποκόμῳ εἶπεν οὕτως·
οὗτος μὲν ἐμβριθέστατος ἐγένετο, ὥστε δόξης μὲν καταφρονεῖν, πρὸς δʼ ἀλήθειαν παρορμᾶν.Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,
- ἀδοξότερος μικρῷ δʼ. Α. ὁ τὴν πήραν ἔχων;
- Β. πήρας μὲν οὖν τρεῖς· ἀλλʼ ἐκεῖνος ῥῆμά τι
- ἐφθέγξατʼ οὐδὲν ἐμφερές, μὰ τὸν Δία,
- τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις
- τούτοις, ὑπὲρ δὲ ταῦθʼ ὁ προσαιτῶν καὶ ῥυπῶν·
- τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.
Γέγραφε δὲ παίγνια σπουδῇ λεληθυίᾳ μεμιγμένα καὶ Περὶ ὁρμῶν δύο καὶ Προτρεπτικόν.
Ὀνησίκριτος· τοῦτον οἱ μὲν Αἰγινήτην, Δημήτριος δʼ ὁ Μάγνης Ἀστυπαλαιᾶ φησιν εἶναι. καὶ οὗτος τῶν ἐλλογίμων Διογένους μαθητῶν. ἔοικε δέ τι ὅμοιον πεπονθέναι πρὸς Ξενοφῶντα. ἐκεῖνος μὲν γὰρ Κύρῳ συνεστράτευσεν, οὗτος δὲ Ἀλεξάνδρῳ· κἀκεῖνος μὲν Παιδείαν Κύρου, ὁ δὲ πῶς Ἀλέξανδρος ἤχθη γέγραφε· καὶ ὁ μὲν ἐγκώμιον Κύρου, ὁ δὲ Ἀλεξάνδρου πεποίηκε. καὶ τῇ ἑρμηνείᾳ δὲ παραπλήσιος, πλὴν ὅτι ὡς ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει.
Γέγονε καὶ Μένανδρος Διογένους μαθητής, ὁ ἐπικαλούμενος Δρυμός, θαυμαστὴς Ὁμήρου, καὶ
Κράτης Ἀσκώνδου Θηβαῖος. καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν. Ἱππόβοτος δέ φησιν οὐ Διογένους αὐτὸν μαθητὴν γεγονέναι, ἀλλὰ Βρύσωνος τοῦ Ἀχαιοῦ. τούτου Παίγνια φέρεται τάδε·
Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ,
- καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα,
- εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος,
- οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν·
- ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους,
- ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,
- οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.
Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα·
τίθει μαγείρῳ μνᾶς δέκʼ, ἰατρῷ δραχμήν,
- κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
- πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.
Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε·
ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
- σέμνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.
θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.φέρεται δʼ αὐτοῦ κἀκεῖνο·
ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος·
- ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.