Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἄνδρες Μύνδιοι, ἔφη, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη,
ἔλλαβε πορφύρεος θάνατος καὶ Μοῖρα κραταιή.Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, ἀλλὰ βούλομαι, ἔφη, ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, ἐπίδος καὶ ἡμῖν, ἔφη, τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, τὴν Ἀναξιμένους, ἔφη, διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν.
Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, ἐν ἀγορᾷ γάρ, ἔφη, καὶ ἐπείνησα. ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ· εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· τὸν δʼ ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, καὶ σὺ εἰ
Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, χείρων ἐπανήξεις· τοῦ δʼ ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, ἔφη, Χείρων μὲν οὔ, Εὐρυτίων δέ. δύσκολον ᾔτει· τοῦ δʼ εἰπόντος, ἐάν με πείσῃς· ἔφη, εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, ποῖ καὶ πόθεν; ἐκ τῆς ἀνδρωνίτιδος, εἶπεν, εἰς τὴν γυναικωνῖτιν.
Ἐπανῄει ἀπʼ Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, πολὺς μέν, εἶπεν, ὁ ὄχλος, ὀλίγοι δʼ οἱ ἄνθρωποι. τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ ἄνθρωπος μὲν οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς φασὶ τοῦτον ἐπιγράψαι, ἀπὸ τῆς τῶν Ἑλλήνων
Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο, ἐγὼ οὖν, φησίν, αὐτὴν καθαρῶ. ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, ἴδε, ἔφη, κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, κύον· ὁ δέ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, μὴ εὐλαβεῖσθε· κύων τευτλία οὐ τρώγει. περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, Τεγεάτης, ἔφη.