Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

φησὶ δʼ Ἕρμιππος ὅτι προείλετο ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους, Θηβαίους, Λακεδαιμονίους· εἶτα

V2_4
μέντοι παραιτήσασθαι ἰδόντα πλείους ἐκ τῶν πόλεων ἀφιγμένους.

Ὕστερον δὲ παρέβαλε Σωκράτει, καὶ τοσοῦτον ὤνατο αὐτοῦ, ὥστε παρῄνει τοῖς μαθηταῖς γενέσθαι αὐτῷ πρὸς Σωκράτην συμμαθητάς. οἰκῶν τʼ ἐν Πειραιεῖ καθʼ ἑκάστην ἡμέραν τοὺς τετταράκοντα σταδίους ἀνιὼν ἤκουε Σωκράτους, παρʼ οὗ καὶ τὸ καρτερικὸν λαβὼν καὶ τὸ ἀπαθὲς ζηλώσας κατῆρξε πρῶτος τοῦ κυνισμοῦ. καὶ ὅτι ὁ πόνος ἀγαθὸν συνέστησε διὰ τοῦ μεγάλου Ἡρακλέους καὶ τοῦ Κύρου, τὸ μὲν ἀπὸ τῶν Ἑλλήνων, τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἑλκύσας.

Πρῶτός τε ὡρίσατο λόγον εἰπών, λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν. ἔλεγέ τε συνεχές, μανείην μᾶλλον ἢ ἡσθείην· καὶ χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται. πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, βιβλιαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ, τὸν νοῦν παρεμφαίνων. πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμαι, ἔφη, ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν. ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, βασιλικόν, ἔφη, καλῶς ποιοῦντα κακῶς ἀκούειν.

Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, τί οὖν, ἔφη, οὐκ ἀποθνήσκεις;

V2_6
ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, οὐδὲ γὰρ ἐκ δύο, ἔφη, παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι. ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη, ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ. ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, καὶ οἱ ἰατροί, φησί, τοῖς κάμνουσιν. ἰδών ποτε μοιχὸν φεύγοντα, ὦ δυστυχής, εἶπε, πηλίκον κίνδυνον ὀβολοῦ διαφυγεῖν ἴσχυες. κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις, εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν· οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν.

Ἐρωτηθεὶς τί μακαριώτατον ἐν ἀνθρώποις, ἔφη, τὸ εὐτυχοῦντα ἀποθανεῖν. γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, ἔδει γάρ, ἔφη, ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν. ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. τότʼ ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, ἀγωνιῶ μή τι κακὸν εἴργασμαι.

Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. τοιαῦτʼ ἔφη δεῖν ποιεῖσθαι ἐφόδια ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, καὶ οἱ ἰατροί, φησί, μετὰ τῶν νοσούντων εἰσίν,

V2_8
ἀλλʼ οὐ πυρέττουσιν. ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν. εἰπόντος αὐτῷ τινος παρὰ πότον, ᾆσον, σὺ δέ μοι, φησίν, αὔλησον. Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε θοιμάτιον.