Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Γεγόνασι δὲ Στράτωνες ὀκτώ· πρῶτος Ἰσοκράτους ἀκροατής· δεύτερος αὐτὸς οὗτος· τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος· τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις· * * ἕκτος ποιητὴς ἐπιγραμμάτων· ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν· ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ.
Τοῦ δʼ οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον·
“Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντες μήτʼ ἀνελεύθερον.
ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν κατὰ τὴν διαθήκην οἵδε· Ὀλύμπιχος, Ἀριστείδης, Μνησιγένης, Ἱπποκράτης, Ἐπικράτης, Γοργύλος, Διοκλῆς, Λύκων, Ἀθάνης. καταλείπω δὲ τὴν μὲν διατριβὴν Λύκωνι, ἐπειδὴ τῶν ἄλλων οἱ μέν εἰσι πρεσβύτεροι, οἱ δὲ ἄσχολοι. καλῶς δʼ ἂν ποιοῖεν καὶ οἱ λοιποὶ συγκατασκευάζοντες τούτῳ. καταλείπω δʼ αὐτῷ καὶ τὰ βιβλία πάντα, πλὴν ὧν αὐτοὶ γεγράφαμεν, καὶ τὰ σκεύη πάντα κατὰ τὸ συσσίτιον καὶ τὰ στρώματα καὶ τὰ ποτήρια. δότωσαν δὲ οἱ ἐπιμεληταὶ Ἐπικράτει πεντακοσίας δραχμὰς καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκῇ Ἀρκεσιλάῳ.
καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθωσαν
τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρʼ Ὀλυμπίχου, μηδὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους· ἀράσθω δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. τὰ δὲ περὶ τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι.
Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος.[*](οἰκεῖος vulg.: corr. Zeller.) αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθὰ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ
Τοῦτον διεδέξατο Λύκων Ἀστυάνακτος Τρωαδεύς, φραστικὸς ἀνὴρ καὶ περὶ παίδων ἀγωγὴν ἄκρως συντεταγμένος.[*](συντεταμένος R.) ἔφασκε γὰρ δεῖν παρεζεῦχθαι τοῖς παισὶ τὴν αἰδῶ καὶ φιλοτιμίαν ὡς τοῖς ἵπποις μύωπα καὶ χαλινόν. τὸ δʼ ἐκφραστικὸν αὐτοῦ καὶ περιγεγωνὸς ἐν τῇ ἑρμηνείᾳ φαίνεται κἀνθένδε· φησὶ γὰρ τοῦτον τὸν τρόπον ἐπὶ παρθένου πενιχρᾶς· βαρὺ γὰρ φορτίον πατρὶ κόρη διὰ σπάνιν προικὸς ἐκτρέχουσα τὸν ἀκμαῖον τῆς ἡλικίας καιρόν. διὸ δὴ καί φασιν Ἀντίγονον ἐπʼ αὐτοῦ τοῦτο εἰπεῖν, ὡς οὐκ ἦν ὥσπερ μήλου τὴν εὐωδίαν καὶ χάριν ἄλλοθί που μετενεγκεῖν, ἀλλʼ ἐπʼ αὐτοῦ τοῦ ἀνθρώπου καθάπερ ἐπὶ τοῦ δένδρου τῶν λεγομένων ἕκαστον ἔδει θεωρεῖσθαι.