Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

  • Σημεῖα χειμώνων α′.
  • Ἀστρονομικὸν α′.
  • Ὀπτικὸν α′.
  • Περὶ κινήσεως α′.
  • Περὶ μουσικῆς α′.
  • Μνημονικὸν α′.
  • Ἀπορημάτων Ὁμηρικῶν α′ β′ γ′ δ′ ε′ σ′.
  • Ποιητικὰ α′.
  • Φυσικῶν κατὰ στοιχεῖον ληʼ.
  • Ἐπιτεθεαμένων προβλημάτων α′ β′.
  • Ἐγκυκλίων α′ β′.
  • Μηχανικὸν α′.
  • Προβλήματα ἐκ τῶν Δημοκρίτου β′.
  • Περὶ τῆς λίθου α′.
  • Παραβολαὶ α′.
  • Ἄτακτα ιβʼ.
  • Ἐξηγημένα κατὰ γένος ιδʼ.
  • Δικαιώματα α′.
  • Ὀλυμπιονῖκαι α′.
  • Πυθιονῖκαι 〈αʼ.
  • Περὶ〉 μουσικῆς α′.
  • Πυθικὸς α′.
  • Πυθιονικῶν ἔλεγχος α′.
  • Νῖκαι Διονυσιακαὶ α′.
  • Περὶ τραγῳδιῶν α′.
  • Διδασκαλίαι α′.
  • Παροιμίαι α′.
  • Νόμοι συσσιτικοὶ[*](νομὸς συστατικὸς codd. corr. Rose.) α′.
  • Νόμων α′ β′ γ′ δ′.
  • Κατηγοριῶν α′.
  • V1_474
  • Περὶ ἑρμηνείας α′.
  • Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʼ 〈κοιναὶ〉 καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί.
  • Ἐπιστολαὶ πρὸς Φίλιππον.
  • Σηλυμβρίων ἐπιστολαί.
  • Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ′.
  • Πρὸς Ἀντίπατρον θ′.
  • Πρὸς Μέντορα α′.
  • Πρὸς Ἀρίστωνα α′.
  • Πρὸς Ὀλυμπιάδα α′.
  • Πρὸς Ἡφαιστίωνα α′.
  • Πρὸς Θεμισταγόραν α′.
  • Πρὸς Φιλόξενον α′.
  • Πρὸς Δημόκριτον α′.
  • Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε.
  • Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ.
  • Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.

    Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλʼ ὡς ὄργανον προσηκριβωμένον. καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν,

    V1_476
    ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν.

    πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε Τοπικὰ καὶ Μεθοδικὰ παρέδωκε προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν· πρὸς δὲ τὴν κρίσιν τὰ Ἀναλυτικὰ πρότερα καὶ ὕστερα. διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. πρὸς δὲ τὴν χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως [ἐριστικά τε] καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν καὶ τῶν ὁμοίων τούτοις. κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο· τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον καὶ περὶ νόμους τὸν νοῦν.

    Τέλος δὲ ἓν ἐξέθετο χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. ἔφη δὲ καὶ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχήν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν παραπλησίων· ἐκ τρίτων δὲ τῶν ἐκτός, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν· προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς κακοδαιμονήσοντος τοῦ σοφοῦ, κἂν ἐν πόνοις ᾖ κἂν ἐν πενίᾳ καὶ τοῖς ὁμοίοις. τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ σῶμα.