Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Χάριεν δʼ αὐτοῦ φέρεται κἀκεῖνο· πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, ἐκ μὲν γὰρ ἀνδρῶν γάλλοι γίνονται, ἐκ δὲ γάλλων ἄνδρες οὐ γίνονται.
Λοιπὸν δὲ πρὸς τῷ τέλει γενόμενος ἅπαντα καταλέλοιπε Πυλάδῃ τἀδελφῷ τὰ αὑτοῦ, ἀνθʼ ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. περιιὼν δὲ οὔτε γύναιον ἐπηγάγετο οὔτʼ ἐπαιδοποιήσατο. τρεῖς τε διαθήκας ποιησάμενος ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δʼ Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν ἕνα τινὰ τῶν ἀναγκαίων, ἀξιώσας διατηρῆσαι· πρὸς ὃν καὶ γράφει ταυτί·
“Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.
“Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρὸς σέ διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵνʼ εἴ τι γένοιτο ἀλλοῖον, μήτι σὲ ἠδικηκὼς ἀπίω τὸν εἰς ἔμʼ ἐκτενῶς οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δʼ εἶ τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς διά τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημένος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατίθεμαι, δίκαιος ἡμῖν εἶναι,
Ἐτελεύτησε δέ, ὥς φησιν Ἕρμιππος, ἄκρατον ἐμφορηθεὶς πολὺν καὶ παρακόφας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομηκοστόν, ἀποδεχθεὶς πρὸς Ἀθηναίων ὡς οὐδείς.
Ἔστι καὶ εἰς τοῦτον ἡμῶν·
Ἀρκεσίλαε, τί μοι τόσον οἶνον ἄκρητον ἀφειδῶς
- ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
- οἰκτείρω σʼ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας
- ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι.
Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι· ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός· εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί·
Ἀρτέμιδος τόδʼ ἄγαλμα, διηκόσιαι δʼ ἄρʼ ὁ μισθὸς
- δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος.
- ἀσκητὸς δʼ ἐποίησεν Ἀθηναίης παλάμῃσιν
- ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου.
Ὁ δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤκμαζε περὶ τὴν εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα.
Βίων τὸ μὲν γένος ἦν Βορυσθενίτης, ὧντινων δὲ γονέων καὶ ἀφʼ οἵων πραγμάτων ἧξεν ἐπὶ φιλοσοφίαν,
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;αἰσθόμενος ὅτι προδιαβέβληται, φησὶ πρὸς αὐτόν· ἐμοὶ ὁ πατὴρ μὲν ἦν ἀπελεύθερος, τῷ ἀγκῶνι ἀπομυσσόμενος—διεδήλου δὲ τὸν ταριχέμπορον—γένος Βορυσθενίτης, ἔχων οὐ πρόσωπον, ἀλλὰ συγγραφὴν ἐπὶ τοῦ προσώπου, τῆς τοῦ δεσπότου πικρίας σύμβολον· μήτηρ δὲ οἵαν ὁ τοιοῦτος ἂν γήμαι, ἀπʼ οἰκήματος. ἔπειτα ὁ πατὴρ παρατελωνησάμενός τι πανοίκιος ἐπράθη μεθʼ ἡμῶν. καί με ἀγοράζει τις ῥήτωρ νεώτερον ὄντα καὶ εὔχαριν· ὃς καὶ ἀποθνήσκων κατέλιπέ μοι πάντα.
κἀγὼ κατακαύσας αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα.
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.ταῦτά ἐστι τὰ κατʼ ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ.
Καὶ ἦν ὡς ἀληθῶς ὁ Βίων τὰ μὲν ἄλλα πολύτροπος καὶ σοφιστὴς ποικίλος καὶ πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας· ἔν τισι δὲ καὶ πομπικὸς καὶ ἀπολαῦσαι τύφου δυνάμενος. πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη πραγματείαν περιέχοντα. οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, οὐχ οἷόντε, εἶπεν, ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι.