Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Διήκουσε δὲ καὶ Ἱππονίκου τοῦ γεωμέτρου· ὃν καὶ ἔσκωψε τὰ μὲν ἄλλα νωθρὸν ὄντα καὶ χασμώδη, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένον, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. τοῦτον καὶ παρακόψαντα ἀναλαβὼν οἴκοι ἐς τοσοῦτον ἐθεράπευσεν, ἐς ὅσον ἀποκαταστῆσαι. Κράτητος δὲ ἐκλιπόντος κατέσχε τὴν σχολήν, ἐκχωρήσαντος αὐτῷ Σωκρατίδου τινός. διὰ δὲ τὸ περὶ πάντων ἐπέχειν οὐδὲ βιβλίον, φασί τινες, συνέγραψεν· οἱ δέ, ὅτι ἐφωράθη 〈Κράντοροσ〉 τινὰ διορθῶν, ἅ φασιν οἱ μὲν ἐκδοῦναι, οἱ δὲ κατακαῦσαι. ἐῴκει δὴ θαυμάζειν καὶ τὸν Πλάτωνα καὶ τὰ βιβλία ἐκέκτητο αὐτοῦ.
ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν
πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.καὶ ὁ Τίμων ἐπʼ αὐτοῦ φησιν οὕτως·
καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα·τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον
- θεύσεται ἢ Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον.
νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.
Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θʼ ἱκανῶς καὶ παρρησιαστής·
διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ αὐτοῦ·
καὶ * νόον αἱμυλίοις[*](καὶ νέον μη λησης vulg.· νόον Casaubon: αἱμυλίοις Wilam.: παίγνιον αἱμυλίως 〈inter alia〉 Wachs.) ἐπιπλήξεσιν ἐγκαταμιγνύς.ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγάλῳ; πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἕτερου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ 〈ὁ〉 σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδʼ ἐὰν οὕτω καλὸς ᾖ τις ὥσπερ σὺ οὐδʼ ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη·
ἔξεστʼ ἐρωτᾶν πότνιά σʼ ἢ σιγὴν ἔχω;ὑπολαβὼν ἔφη·
γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς;στωμύλου δὲ ἀγεννοῦς πράγματα αὐτῷ παρέχοντος ἔφη·
ἀκόλασθʼ ὁμιλεῖν γίγνεται δούλων τέκνα.ἄλλου δὲ πολλὰ φλυαροῦντος οὐδὲ τίτθης αὐτὸν χαλεπῆς τετυχηκέναι ἔφη· τισὶ δὲ οὐδὲ ἀπεκρίνετο. πρὸς δὲ τὸν δανειστικὸν καὶ φιλόλογον εἰπόντα τι ἀγνοεῖν, ἔφη·
ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου τοῦ Σοφοκλέους.λήθουσι γάρ τοι κἀνέμων διέξοδοι
- θήλειαν ὄρνιν, πλὴν ὅταν τόκος παρῇ.